Ἐν δὲ ταῖς Ἀθήναις τῆς Παράλου ἀφικομένης νυκτὸς
ἐλέγετο ἡ συμφορά, καὶ οἰμωγὴ ἐκ τοῦ Πειραιῶς διὰ τῶν μακρῶν τειχων(1)
ἐπεὶ τάχιστα τὰ μακρὰ
τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη (2)
Οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ
τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· (3)
Ἐγὼ δ’, ἔφη, ὦ ἄνδρες, ἱκετεύω τὰ πάντων ἐν-
νομώτατα, μὴ ἐπὶ Κριτίᾳ εἶναι ἐξαλείφειν μήτε ἐμὲ μήτε
ὑμῶν ὃν ἂν βούληται, ἀλλ’ ὅνπερ νόμον οὗτοι ἔγραψαν περὶ
τῶν ἐν τῷ καταλόγῳ, κατὰ τοῦτον καὶ ὑμῖν καὶ ἐμοὶ τὴν
κρίσιν εἶναι. (4)
φύλλο 3
Δραστηριότητα
Στο κείμενο γίνεται λόγος για γεγονότα που σας είναι γνωστά από τη διδασκαλία των Ελληνικών του Ξενοφώντα στην Α΄ λυκείου.
Οι παρακάτω σύνδεσμοι παραπέμπουν στα σχετικά κεφάλαια.
Επιλέξτε με τη βοήθεια των μεταφράσεων που τα συνοδεύουν ένα μικρό αρχαιοελληνικό απόσπασμα που κρίνετε ότι διευκρινίζει με σχετική ακρίβεια τα τέσσερα (4) περιστατικά στα οποία αναφέρεται ο Μαντίθεος (με έντονα γράμματα στο αρχαίο κείμενο).
Στη συνέχεια βάλτε το σχετικό απόσπασμα από τα Ελληνικά σαν σχόλιο μαζί με το απόσπασμα από τα λόγια του Μαντίθεου. Προσπαθείστε να σημειώσετε και την κατάλληλη βιβλιογραφική παραπομπή (συγγραφέας, έργο, κεφάλαιο, παράγραφος).
1. https://www.greek-language.gr/greekLang/ancient_greek/tools/corpora/anthology/content.html?m=1&t=391
2. https://www.greek-language.gr/greekLang/ancient_greek/tools/corpora/anthology/content.html?m=1&t=392
3. https://www.greek-language.gr/greekLang/ancient_greek/tools/corpora/anthology/content.html?m=1&t=393
4. https://www.greek-language.gr/greekLang/ancient_greek/tools/corpora/anthology/content.html?m=1&t=395
Κείμενο (Λυσίας, υπέρ Μαντιθέου, 4-8)
4] Ἡμᾶς γὰρ ὁ πατὴρ πρὸ τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς (1) ὡς Σάτυρον τὸν ἐν τῷ Πόντῳ διαιτησομένους ἐξέπεμψε, καὶ οὔτε τῶν τειχῶν καθαιρουμένων (2) <ἐπεδημοῦμεν> οὔτε μεθισταμένης τῆς πολιτείας (3), ἀλλ’ ἤλθομεν πρὶν τοὺς ἀπὸ Φυλῆς εἰς τὸν Πειραιᾶ κατελθεῖν πρότερον πένθ’ ἡμέραις.
[5] καίτοι οὔτε ἡμᾶς εἰκὸς ἦν εἰς τοιοῦτον καιρὸν ἀφιγμένους ἐπιθυμεῖν μετέχειν τῶν ἀλλοτρίων κινδύνων, οὔτ’ ἐκεῖνοι φαίνονται τοιαύτην γνώμην ἔχοντες ὥστε καὶ τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν ἐξαμαρτάνουσι μεταδιδόναι τῆς πολιτείας, ἀλλὰ μᾶλλον ἠτίμαζον καὶ τοὺς συγκαταλύσαντας τὸν δῆμον (4).
[6] ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν. ἐν τούτῳ γὰρ πολλοὶ μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν. ἐκεῖνος δ’ ἐστὶν ἔλεγχος μέγιστος· ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρ’ αὐτῶν.
[7] ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτ’ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα. καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτι ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι. ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι.
[8] ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦν ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλ’ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπ’ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δ’ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν δι’ ἄλλο με ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ μοι καὶ μαρτύρησον.
Ομάδα 1, φύλλο 3
Δεν βρέθηκαν σχόλια.
Νέο σχόλιο
φύλλο 3 (ομάδα 3)
Ημερομηνία: 2013-11-07
Θέμα: δρ
Ημερομηνία: 2013-11-07
Θέμα: Δραστηριότητα
τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς (1) --> τὰς δ’ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ. τοὺς δὲ πλείστους ἄνδρας ἐν τῇ γῇ συνέλεξεν·
τῶν τειχῶν καθαιρουμένων (2) --> ἀλλ’ ἐποιοῦντο
εἰρήνην ἐφ’ ᾧ τά τε μακρὰ τείχη καὶ τὸν Πειραιᾶ καθελόντας
μεθισταμένης τῆς πολιτείας --> Οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ
τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· αἱρεθέντες δὲ ἐφ’ ᾧτε συγγράψαι νόμους, καθ’ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.
ἠτίμαζον καὶ τοὺς συγκαταλύσαντας τὸν δῆμον (4). --> ἐκ δὲ τούτου ἐκέλευσε μὲν ὁ τῶν τριάκοντα κῆρυξ τοὺς ἕνδεκα ἐπὶ τὸν Θηραμένην·
Ημερομηνία: 2013-11-07
Θέμα: Δραστηριότητα
τῆς ἐν Ἑλλησπόντῳ συμφορᾶς (1) --> τὰς δ’ ἄλλας πάσας Λύσανδρος ἔλαβε πρὸς τῇ γῇ. τοὺς δὲ πλείστους ἄνδρας ἐν τῇ γῇ συνέλεξεν·
τῶν τειχῶν καθαιρουμένων (2) -->